Ancient Greek · ~2 min
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.16x
Not analysed yet
⟨⟨[τὸ δὲ ψεῦδος, ὦ τέκνον, φθείρεται.] πάντα δὲ τὰ ἐπὶ γῆς φθορὰ κατέλαβε [καὶ ἐμπεριέχει καὶ ἐμπεριέξει ἡ τοῦ ἀληθοῦς πρόνοια]· χωρὶς γὰρ φθορᾶς οὐδὲ γένεσις δύναται ⎡συστῆναι⎤. [πάσῃ δὲ γενέσει φθορὰ ἕπεται, ἵνα πάλιν γένηται ⟨πάντα⟩.] τὰ γὰρ γιγνόμενα ἐκ τῶν φθειρομένων ἀνάγκη γίγνεσθαι· φθείρεσθαι δὲ τὰ γιγνόμενα ἀνάγκη, ἵνα μὴ στῇ ἡ γένεσις [τῶν ὄντων]. [πρῶτον τοῦτον δημιουργὸν γνώριζε] [εἰς τὴν γένεσιν τῶν ὄντων.] τὰ οὖν ἐκ φθορᾶς γινόμενα ψευδῆ ἂν εἴη, ὡς ποτὲ μὲν ἄλλα ποτὲ δὲ ἄλλα γινόμενα. τὰ γὰρ αὐτὰ ⟨πάλιν⟩ γίνεσθαι ⟨ἀ⟩δύνατον· τὸ δὲ μὴ ⟨τ⟩αὐτὸ ⟨ὂν⟩ πῶς ἂν ἀληθὲς εἴη; ⟩⟩