Ancient Greek
6.1 to 6.2
Corpus Hermeticum, Stobaei Hermetica 6.1-2
Not analysed yet
Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν γενικοῖς λόγοις ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας. —Οὐδ[ε]εὶς φθόνος, ὦ Τάτ· καὶ ὁ κυριώτατος πάντων λόγος καὶ κορυφαιότατος οὖτος ἂν εἴη. ϲὺ δὲ νόει [οὕτως]. ἔφαμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, [[καὶ]] τοῦ ⟨⟨καὶ⟩⟩ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου. —Ἔφης γάρ, ὦ Τρισμέγιστε. —Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, μεμνημένοΝ ἐκείνων, ἵν᾽ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένοιτο. —Μέμνημαι, ὦ πάτερ. —