Ancient Greek
Section 3
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 3
Not analysed yet
⟨⟨καὶ ὁ μὲν κόσμος ⟨. . . · ὁ δὲ ἄνθρωπος⟩ τῶν ⟨ἄλλων⟩ ζῴων [ε]πλεονεκτεῖ [τοῦ ζῴου καὶ τοῦ κόσμου] τὸν λόγον καὶ τὸν νοῦν. ⟩⟩τὸν μὲν οὖν λόγον, ὦ Τάτ,[ἐν] πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐκέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ο᾽ΥΡαν⟨ό⟩θεν ἄρχεται, κάτω δὲ συνίσταται ταῖς τῶν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς. —Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός; —Ἠθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ ἆθλον ἱδρῦσθαι. —