Ancient Greek
Section 4
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 4
Not analysed yet
Καὶ ποῦ αὐτὸν ἱδρύσατο; —Κρατῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε· Βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ⟨⟨γνωρίζουσα ἐπὶ τί γέγονας,⟩⟩ ⟨καὶ⟩ [ἡ] πιστεύοσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν κρατῆρα [ἡ] [[γνωρίζουσα ἐπὶ τί γέγονας]]. ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος, καὶ ἐβαπτίσαντο τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως, καὶ τέλειοι ἐγένοντο ἄνθρωποι, τὸν νοῦν δεξάμενοι· ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγματος, οὗτοι ⟨⟨οἱ⟩⟩ ⟨τὸν⟩ μὲν [[οἱ]] λόγ[ικ]ον ⟨ἔχοντες⟩, τὸν ⟨δὲ⟩ νοῦν μὴ προσειληφότες.