Ancient Greek
Section 7
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 7
Not analysed yet
ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις [[οὐ μόνον]] τῷ ἑλομένῳ καλλίστη τυγχάνει, ⟨⟨οὐ μόνον⟩⟩ τὸν ἄνθρωπον ἀποϲώΖοΥϲα, ἀλλὰ καὶ τὴν πρὸς ⟨τὸν⟩ θεὸν εὐσέβειαν ἐπιδεικνῦσα. ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώλεσεν, οὐδὲν δὲ ⟨ἧττοι⟩ εἰς τὸν θεὸν ἐπλημμέλησεν [ἢ τοῦτο μόνον]· ὅτι καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶ ἐνεργῆσαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγ[εν]όμένοι ὑπὸ τῶν σωματικῶν [ἡδονῶν].