Ancient Greek
Section 8a
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 8a
Not analysed yet
τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦ θεοῦ ἡμῖν [τε] ὑπῆρξε καὶ ὑπάρξει, τὰ δὲ ἀφ᾽ ἡμῶν ἀκολουθησάτω, καὶ μὴ ὑστερησάτω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος, ἡμεῖς δὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγαθῶν.