Ancient Greek
Section 14
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 14
Not analysed yet
Εἰπέ μοι, ὦ πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἕζει ποτέ; —Εὐφήμησον, καὶ μὴ ἀδύνατα φθέγγου, ἐπεὶ [ἁμαρτήσεις καὶ] ἀσεβή⟨σεις. μὴ ἐσβέσ⟩θη [σεται] σου ὁ ὀφθαλμὸς τοῦ νοῦ; τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι [τῆς] ⟨τοῦ⟩ οὐσιώδους [γενέσεως]· τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, ὃ κάγώ; —