Ancient Greek
Section 15
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 15
Not analysed yet
Ἐβουλόμην, ὦ πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν ⟨μαθεῖν⟩, ἥν, ⟨⟨καθὼς⟩⟩ ἔφης, ἐπὶ τὴν ὀγδοάδα γενομένου ϲου ἀκούσ⟨εσθ⟩αί ⟨σε⟩ τῶν δυνάμεων [[καθὼς]] [ὀγδοάδα] ὁ Ποιμάνδρης ἐθέσπισε. —⟨Ὦ⟩ τέκνον, καλῶς σπεύδεις· ⟨⟨κεκάθαρϲαι γάρ,⟩⟩ λυσάΜ⟨ενος⟩ τὸ σκῆνος [[κεκαθαρμένος γάρ.]] ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ᾽ ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν, καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα· καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ⎡ποιεῖν τὰ καλά. ⎤διὸ [κ] αἱ ἐν πᾶσι[ν αἱ] δυνάμεις καὶ ἐν ἐμοὶ ᾄδουσι. —Θέλω, πάτερ, ἀκοῦσαι ⟨⟨ταῦτα⟩⟩, καὶ βούλομαι [[ταῦτα]] νοῆσαι.