Ancient Greek
Section 16
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 16
Not analysed yet
—Ἡσύχασον, ὦ τέκνον, καὶ τῆς ἁρμοζούσης ⟨⟨τ῀ιΗ παλιγγενεσίᾳ⟩⟩ νῦν ἄκουε εὐλογίας τὸν ὕμνον [[τῆς παλιγγενεσίας]], ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι ⟨⟨σοι⟩⟩ [[εἰ μὴ [[σοι]] ἐπὶ τέλει τοῦ παντός]]. [ὅθεν τοῦτο οὐ διδάσκεται, ⟨⟨εἰ μὴ ἐπὶ τέλει τοῦ παντός,⟩⟩ ἀλλὰ κρύπτεται ἐν σιγῇ.] [οὕτως οὖν, [ὦ τέκνον,] στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων, περὶ καταφορὰν ἡλίου [δύνοντος] προσκύνει· ὁμοίως ⟨δὲ⟩ καὶ ἀνιόντος πρὸς ἀπηλιώτην.] [ἡσύχασον, ὦ τέκνον.]