Ancient Greek
Section 1
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 1
Not analysed yet
Ἐπεὶ ὁ υἱός μου Τὰτ ἀπόντος σου τὴν τῶν ὄντων ἠθέλησε φύσιν μαθεῖν, ὑπερθέσθαι δέ μοι οὐκ ἐπέτρεπεν, ὡς [υἱὸς] [[καὶ]] νεωτέρῳ ⟨⟨καὶ⟩⟩ ἄρτι παρελθόν⟨τι⟩ ἐπὶ τὴν γνῶσιν [τῶν] περὶ ἑνὸς ἑκάστου ἠναγκάσθην πλείονα εἰπεῖν, ὅπως εὐπαρακολούθητος αὐτῷ γένηται ἡ θεωρία. σοὶ δὲ ἐγὼ τῶν λεχθέντων τὰ κυριώτατα κεφάλαια ἐκλεξάμενος δι᾽ ὀλίγων ἠθέλησα ἐπιστεῖλαι [μυστικώτερον αὐτὰ ἑρμηνεύσας], ὡς ἂν τηλικούτῳ καὶ ἐπιστήμονι τῆς φύσεως.