Ancient Greek
Section 2
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 2
Not analysed yet
εἰ τὰ φαινόμενα πάντα γέγονε καὶ γίνεται, [τὰ δὲ γεννητὰ οὐχ ὑφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὑφ᾽ ἑτέρου γίνεται,]—πολλὰ δὲ [γεννητά, μᾶλλον δὲ πάντα] τὰ φαινόμενα, καὶ πάντα [τὰ] διάφορα καὶ οὐχ ὅμοια,—γίνεται δὲ ὑφ᾽ ἑτέρου τὰ γινόμενα, ἔστι τις ὁ ταῦτα ποιῶν· καὶ οὗτος ἀγέννητος, ἵν᾽ ᾖ πρεσβύτερος τῶν γεννητῶν. τὰ γὰρ γεννητά φημι ὑφ᾽ ἑτέρου γίνεσθαι· τῶν δὲ γεννητῶν ὄντων ἀδύνατόν τι πρεσβύτερον πάντων εἶναι ἢ μόνον τὸ ἀγέννητον.