Ancient Greek
Section 4
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 4
Not analysed yet
οὕτως ἄξιόν ἐστι νοῆσαι, καὶ νοήσαντα θαυμάσαι, καὶ θαυμάσαντα ἑαυτὸν μακαρίσαι ⟨ὡς⟩ τὸν πατέρα γνωρίσαντα· τί γὰρ γλυκύτερον πατρὸς γνησίου; τίς οὖν ἐστιν οὗτος, καὶ πῶς αὐτὸν γνωρίσωμεν; ἦ ⟨γὰρ⟩ τούτῳ τὴν τοῦ θεοῦ προσηγορίαν μόνοΝ δίκαιον ἀνακεῖσθαι, ἢ τὴν τοῦ ποιητοῦ, ἢ τὴν τοῦ πατρός; ἢ καὶ τὰς τρεῖς, θεὸν μὲν διὰ τὴν δύναμιν, ποιητὴν δὲ διὰ τὴν ἐνέργειαν, πατέρα δὲ διὰ τὸ ἀγαθόν. δυνάμει γάρ ἐστι διάφορος τῶν γινομένων, ἐνεργεῖ[α] δὲ ἐν τῷ πάντα γινέσθαι, ⟨ἀγαθὸς δέ ἐστι. . . ⟩.