Ancient Greek
Section 5
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 5
Not analysed yet
διὸ τῆς πολυλογίας τε καὶ ματαιολογίας ἀπαλλαγέντας χρὴ νοεῖν δύο ταῦτα, τὸ γινόμενον καὶ τὸν ποιοῦντα· μέσον γὰρ τούτων οὐδέν, οὐδὲ τρίτον τι. πάντα οὖν νοῶν, καὶ πάντα ἀκούων, τῶν δύο τούτων μέμνησο, καὶ ταῦτα εἶναι νόμιζε τὰ πάντα, μηδὲν ἐν ἀπορίᾳ ⟨⟨ἢ ἐν μυχῷ⟩⟩ τιθέμενος, μὴ τῶν ἄνω, μὴ τῶν κάτω, μὴ τῶν θείων, μὴ τῶν μεταβλητῶν [[ἢ [τῶν] ἐν μυχῷ]]· δύο γάρ ἐστι τὰ πάντα, τὸ γινόμενον καὶ τὸ ποιοῦν. καὶ διαστῆναι τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου οὐ δύναται· οὔτε γὰρ τὸν ποιοῦντα χωρὶς τοῦ γινομένου δυνατὸν εἶναι, ⟨οὔτε τὸ γινόμενον χωρὶς τοῦ ποιοῦντος. ⟩ἑκάτεροΝ γὰρ αὐτῶν αὐτὸ τοῦτό ἐστι· διὸ οὐκ ἔστι τὸ ἕτερον τοῦ ἑτέρου χωρισθῆναι, [ἀλλ᾽] ⟨ὥσπερ οὐδὲ⟩ αὐτὸ ἑαυτοῦ.