Ancient Greek
Section 10b
Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 10b
Not analysed yet
καὶ γὰρ δαιμόνων χοροὶ περὶ αὐτὸν πολλοὶ καὶ ποικίλαις στρατ[ε]ιαῖς ἐοικότες, οἳ ⎡σύνοικοι καὶ τῶν ἀθανάτων οὐκ εἰσὶ πόρρω ἐνθένδε. ⎤⟨οὗτοι,⟩ λαχόντες τὴν ⟨μεταξὺ⟩ [τούτων] χώραν, τὰ τῶν ἀνθρώπων ἐφορῶσι, τὰ δὲ ὑπὸ τῶν θεῶν ἐπιταττόμενα ἐνεργοῦσι, θυέλλαις καὶ καταιγίσι καὶ πρηστῆρσι καὶ μεταβολαῖς ἀέρος καὶ σεισμοῖς ἔτι δὲ λιμοῖς καὶ πολέμοις ἀμυνόμενοι τὴν ⟨⟨εἰς θεοὺς⟩⟩ ἀσέβειαν.