Ancient Greek
Section 11
Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 11
Not analysed yet
αὕτη γὰρ ἀνθρὼποις [[εἰς θεούς]] ἡ μεγίστη κακία. [θεῶν μὲν γὰρ τὸ εὖ ποιεῖν, [ἀνθρώπων δὲ τὸ εὐσεβεῖν,] δαιμόνων δὲ τὸ ⟨τοῖς θεοῖς⟩ ἐπαμύνειν.] τὰ γὰρ ἄλλα τὰ ὑπ᾽ ἀνθρώπων τολμώμενα ἢ πλάνῃ [ἢ] τολμᾶ⟨ται⟩ ἢ ἀνάγκὴ [ἣν καλοῦσιν εἱμαρμένην] ἢ ἀγνοίᾳ· ⟨καὶ⟩ ταῦτα πάντα παρὰ θεοῖς ἀνεύθυνα, μόνη δὲ ἡ ἀσέβεια δίκῃ ὑποπέπτωκε.