Ancient Greek
Section 4
Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 4
Not analysed yet
ἴδοις ἂν ἐν τῇ γῇ πολλὰς πηγὰς ὑδάτων καὶ ἀέρος ἀναβρυούσας ἐν τοῖς μεσαιτάτοις μέρεσι, καὶ ἐν τῷ αὐτῷ τὰς τρεῖς φύσεις ὁρωμένας ἀέρος καὶ ὕδατος καὶ γῆς, ἐκ μιᾶς ῥίζης ἠρτημένας. ὅθεν καὶ ⟨ἡ γή⟩ πάσης ὕλης πεπίστευται εἶναι ταμιεῖον· καὶ ἀναδίδωσι μὲν αὐτῆς τὴν χορηγίαν, ἀνταπολαμβάνει δὲ τὴν ἄνωθεν ὕπαρξιν.