Ancient Greek
Section 5
Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 5
Not analysed yet
οὕτω γὰρ οὐρανὸν καὶ γῆν ⟨συν⟩ά⟨γ⟩ει ὁ δημιουργός, λέγω δὴ ὁ ἥλιος, τὴν μὲν οὐσίαν κατάγων, τὴν δὲ ὕλην ἀνάγων· καὶ περὶ αὑτὸν ⟨. . . ⟩καὶ εἰς αὑτὸν ⎡τὰ πάντα⎤ ἕλκων, καὶ ἀπὸ ἑαυτοῦ ⎡πάντα⎤ διδούς· πᾶσι Γὰρ τὸ φῶς ἄφθονον χαρίζεται. αὐτὸς γάρ ἐστιν, οὗ ἀγαθαὶ ἐνέργειαι οὐ μόνον ἐν οὐρανῷ [καὶ ἀέρι], ἀλλὰ καὶ ἐπὶ γῆς ⟨. . . ,καὶ⟩ εἰς τὸν κατώτατον βυθὸν [καὶ ἄβυσσον] διήκουσιν.