Ancient Greek
Section 1a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 1a
Not analysed yet
Τὸ ἀγαθόν, ὦ Ἀσκληπιέ, [ἐν οὐδενί ἐστιν εἰ μὴ ἐν μόνῳ τῷ θεῷ. μᾶλλον δὲ τὸ ἀγαθὸν αὐτός ἐστιν ὁ θεός [ἀεί]. εἰ δὲ οὕτως,] οὐσίαν εἶναι δεῖ πάσης κινήσεως καὶ γενέσεως ἔρημον [δὲ οὐδέν ἐστιν], αὐτὴΝ ⟨⟨δὲ⟩⟩ περὶ [[δὲ]] αὑτὴν στατικὴν ἐνέργειαν ἔχουσα⟨ν⟩, ἀνενδεῆ καὶ ⟨παθῶν⟩ ἀπείρΗτον, πληρεστάτην χορηγ⟨ημάτ⟩ων. [[ἐν δὲ ἀρχῇ πάντων]] πᾶν γὰρ τὸ χορηγοῦν ἀγαθὸν [ὅταν] λέγεται· ⟨⟨ἓν δὲ ἀρχὴ πάντων,⟩⟩ καὶ πάντα καὶ ἀεὶ ⟨χορηγοῦν, τὸ⟩ ἀγαθόν ἐστι.