Ancient Greek
Section 1b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 1b
Not analysed yet
τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν εἰ μὴ μόνῳ τῷ θεῷ. οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσας αὐτὸ κτήσασθαι κακὸς γένΗται· οὔτε τῶν ὄντων οὐδὲν ἀπόβλητόν ἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται· [λύπη γὰρ κακίας μέρος·] οὔτε κρεῖττον αὐτοῦ ἐστὶν οὐδέν, ὑφ᾽ οὗ ⟨⟨ἀδικηθεὶϲ⟩⟩ πολεμήϲει· οὔτε σύζυγόν ἐστιν αὐτῷ, [τὸ [[ἀδικηθῆναι]] καὶ διὰ τοῦτο] [αυτ]οὗ ἐρασθήσεται· οὔτε ἀνήκοον, ᾧ ὀργισθήσεται· οὔτε σοφώτερον, ὃ ζηλώσει. τούτων δὲ μὴ ⟨ἐν⟩όντοϲ τῇ οὐσίᾳ ⟨αὐτοῦ⟩ μηδενός, τί ὑπολείπεται ἢ μόνον τὸ ἀγαθόν;