Ancient Greek
Section 4b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 4b
Not analysed yet
⟨. . . ⟩⎡αἱ γὰρ ἐξοχαὶ τῶν καλῶν περὶ αὐτήν εἴσι τὴν οὐσίαν φαίνονται καὶ καθαρώτεραι καὶ εἰλικρινέσταται τάχα που καὶ αὗται αἱ οὐσίαι ἐκείνου. ⎤τολμητέον γὰρ εἰπεῖν, ὦ Ἀσκληπιέ, ὅτι ἡ οὐσία τοῦ θεοῦ, εἴ γε οὐσίαν ἔχει, τὸ καλόν ἐστι [τὸ δὲ καλὸν] καὶ ⟨τὸ⟩ ἀγαθόν. ⟨ὑπὸ δὲ τούτων⟩ οὐδὲν ἔστι καταλά⟨μ⟩πεσθαι τῶν ἐν τῷ κόσμῳ. πάντα γὰρ τὰ ὀφθαλμῷ ὑποπίπτοντα εἴδωλά ἐστι, καὶ ὥσπερ σκιαγραφίαι· τὰ δὲ μὴ ὑποπίπτοντα ⟨. . . ⟩,μάλιστα δὲ ἡ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ⟨. . . ⟩. καὶ ὥσπερ ὀφθαλμὸς οὐ δύναται τὸν θεὸν ἰδεῖν, οὕτως οὐΔὲ τὸ καλὸν καὶ τὸ ἀγαθόν. ταῦτα γὰρ μέρη τοῦ θεοῦ ἐστιν, [[ὁλόκληρα,]] ἴδια αὐτοῦ μόνου, οἰκεῖα, ἀχώριστα, ⟨⟨ὁλόκληρα,⟩⟩ ἐρασμιώτατα, ὧν [ἢ] αὐτὸς ὁ θεὸς ἐρᾷ [ἢ αὐτὰ τοῦ θεοῦ ἐρᾷ].