Ancient Greek
Section 5
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 5
Not analysed yet
εἰ δύνασαι νοῆσαι τὸν θεόν, νοήσεις τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθόν, [τὸ ὑπέρλαμπρον] τὸ ⎡ὑπερλαμπόμενον⎤ ὑπὸ τοῦ θεοῦ. ἐκεῖνο γὰρ τὸ κάλλος ἀσύγκριτον, καὶ ἐκεῖνο τὸ ἀγαθὸν ἀμίμητον, ὥσπερ καὶ αὐτὸς ὁ θεός. ὡς οὖν τὸν θεὸν νοεῖς, οὕτω καὶ τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθὸν νόει. ἀκοινώνητα γὰρ ταῦτα τοῖς ἄλλοις [τῶν ἄλλων ζῴων] ἐστί, διὰ τὸ ἀχώριστα εἶναι τοῦ θεοῦ. ἐὰν περὶ τοῦ θεοῦ ζητῇς, καὶ περὶ τοῦ καλοῦ ζητεῖς. μία γάρ ἐστιν εἰς αὐτὸ ἀποφέρουσα ὁδὸς ἡ μετὰ γνώσεως εὐσέβεια.