Ancient Greek
Section 6
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 6
Not analysed yet
ὅθεν οἱ ἀγνοοῦντες, καὶ μὴ ὁδεύσαντες τὴν [περὶ] τῆς εὐσεβείας ὁδόν, καλὸν καὶ ἀγαθὸν τολμῶσι λέγειν ἄνθρωπον, μηδὲ ὄναρ θεασάμενον εἴ τί ἐστιν ἀγαθόν, ἀλλὰ παντὶ κακῷ περιειλημμένον, καὶ τὸ κακὸν πιστεύσαντα ἀγαθὸν εἶναι, καὶ οὕτως αὐτῷ χρώμενον ἀκορέστως, καὶ φοβούμενον αὐτοῦ στερηθῆναι, πάντα δὲ ἀγωνιζόμενον ἵνα μὴ μόνον ἔχῃ, ἀλλὰ καὶ ἐπαύξῃ. τοιαῦτα τὰ ἀνθρώπεια ἀγαθὰ καὶ [τὰ] καλά, ὦ Ἀσκληπιέ, ἃ οὔτε φυγεῖν δυνάμεθα οὔτε μισῆσαι· τὸ γὰρ πάντων χαλεπώτατον, ὅτι χρείαν αὐτῶν ἔχομεν, καὶ ζῆν τούτων χωρὶς οὐ δυνάμεθα.