Ancient Greek · ~1 min
Section 3a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου λόγος ἱερός 3a
Not analysed yet
ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ προσταχθὲν αὐτῷ· καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ καὶ ἔνυδρα καὶ πτηνά, [καὶ πᾶσα σπορὰ ἔνσπορος] καὶ χόρτος καὶ ἄνθους παντὸς χλόη, ⟨⟨κατὰ διαίρεσι⟨ν⟩ φύσεωΝ ἔνσπορα,⟩⟩ τὸ σπέρμα τῆς παλιγγενεσίας ἐν ἑαυτοῖς [ε]σπερμοΓοΝοῦντα[ς].