Ancient Greek · ~2 min
Section 3b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου λόγος ἱερός 3b
Not analysed yet
⟨. . . ⟩τε γεινέσεις τῶν ἀνθρώπων, [εἰς ἔργων θείων γνῶσιν, καὶ φύσεως ἐνεργούσΗc μαρτυρίαν, [καὶ πλῆθος ἀνθρώπων] καὶ πάντων τῶν ὑπ᾽ οὐρανὸν δεσποτείαν, καὶ ἀγαθῶν ἐπίγνωσιν] εἰς τὸ αὐξάνεσθαι ἐν αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει. καὶ πᾶσαν ἐνσαρκ⟨ο⟩ῖ ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων, παρασκεγάϲας εἰς κατοπτ⟨ε⟩ίαν οὐρανοῦ [καὶ δρομήματος οὐρανίων θεῶν] ⟨⟨καὶ πάντων τῶν ὑπ᾽ οὐρανὸν δεσποτείαν⟩⟩, καὶ ⟨⟨εἰς γνῶσιν θείας δυνάμεως⟩⟩ [ἔργων θείων] καὶ φύσεως ἐνεργείας ⟨⟨μαρτυρίαν⟩⟩, εἴς τε σημείω⟨σιν⟩ ἀγαθῶν [[εἰς γνῶσιν θείας δυνάμεως]], μοίρας ⎡ὀχλουμένης⎤ γνῶναι ἀγαθῶν καὶ φαύλων, καὶ πᾶσαν [ἀγαθῶν] δαιδαλουργίαν εὑρεῖν.