Ancient Greek
Section 14
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 14
Not analysed yet
καὶ [ὁ τοῦ τῶν θνητῶν κόσμου καὶ τῶν ἀλόγων ζῴων ἔχων πᾶσαν ἐξουσίαν] διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κΎτος, καὶ ἔδειξε τ῀ιΗ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφήν. ἡ[ν] ⟨δέ⟩, ἰδοῦσα ⟨τὸ⟩ [[ἀκόρεστον]] κάλλος [[πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἔχοντα τῶν διοικητόρων]] τῆϲ [τε] μορφῆϲ τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι ⟨⟨ἀκορέστῳ⟩⟩ ⟨⟨τοῦ ἀνθρώπου⟩⟩, [ἅτε] τῆς καλλίστης μορφῆς [[τοῦ ἀνθρώπου]] τὸ εἶδος ἐν τῷ ὕδατι ⟨ἀναδ⟩ιδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δέ, ἰδὼν τὴν ὁμοίαν αὑτῷ μορφὴν [ἐν ἑαυτῷ] οὖσαν ἐν ⟨τῇ γῇ καὶ⟩ τῷ ὕδατι, ἐφίλησε, καὶ ἠβουλήθη αὐτοῦ οἰκεῖν. ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ᾤκησε τὴν ἄλογον ⎡μορφήν⎤. ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη, καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν.