Ancient Greek
Section 15
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 15
Not analysed yet
καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον. ἀθάνατος γὰρ ὤν, καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει, ὑποκείμενοc τῇ εἱμαρμένῃ. ὑπεράνω ⟨γὰρ⟩[οὖν] ὢν τῆς ἁρμονίας,[ἐναρμόνιος] ⟨εἱμαρμένης⟩ γέγονε δοῦλος· ἀρρενόθηλυς δὲ ὢν ἐξ ἀρρενοθήλεος ὄν⟨τος τοῦ⟩ πατρός, καὶ ἄυπνος ἀπὸ ἀύπνου, ⟨ὑπ᾽ ἔρωτος καὶ λήθης⟩ κρατεῖταικαὶ. –