Ancient Greek
Section 24
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 24
Not analysed yet
Εὖ με πάντα, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦ[ς]. ἔτι δέ μοι εἰπὲ ⟨περὶ⟩ τῆς ἀνόδου τῆς γινομένης, ⟨⟨πῶς εἰς ζωὴν χωρήσω. ⟩⟩—πρὸς ταῦτα ὁ Ποιμάνδρης εἶπε· Πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδως[ιν] αὐτὸ τὸ σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες ἀφανὲς γίνεται. καὶ τὸ ⎡ἦθος⎤ τῷ ⎡δαίμονι⎤ ἀνενέργητον παραδίδως· καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται, μέρη ⟨τοῦ κόσμου⟩ γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς [τὰς] ⟨ἑτέρας⟩ ἐνεργείας. [καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ.]