Ancient Greek
Section 23
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 23
Not analysed yet
τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων ⟨τὸν⟩ ⟨⟨τ⟨οι⟩οῦτον βασανίζει⟩⟩, θράσϲωΝ αὐτὸν αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτὸν ὁπλίζει, ἵνα τύχῃ μείζονος τιμωρίας. καὶ οὐ παύεται ⟨⟨σκοτομαχῶν⟩⟩, ἐπ᾽ ὀρέξεις ἀπλέτους ⟨. . . ⟩,τὴν ἐπιθυμίαν ἔχων ἀκόρεστοΝ, [[σκοτομαχῶν]] [καὶ] [[τοῦτον βασανίζει]] καὶ ἐφ᾽ αὑτὸν ⟨τὸ⟩ πῦρ ἐπὶ πλεῖον αὐξάνει. –