Ancient Greek
Section 29x
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 29x
Not analysed yet
καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες· οἱ δὲ παρεκάλουν διδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες· ἐγὼ δέ, ἀναστήσας αὐτούς, καθοδηγὸς ἐγενόμην τοῦ γένους, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα ⟨ἐν⟩ αὐτοῖς τοὺς τῆς σοφίας λόγους, καὶ ἐτράφη[σαν] ⟨τὸ σπαρὲν⟩ ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης, καὶ τῆς τοῦ ἡλίου αὐγῆς ἀρχομένης δύεσθαι, ὅλοις ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην. ⟩⟩