Ancient Greek
Section 28x
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 28x
Not analysed yet
οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέ φημι· Τί ἑαυτούς, ὦ ἄνδρες [γηγενεῖς], εἰς θάνατον ἐκδεδώκατε, ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε, οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοιναωνήσαντες τῇ ἀγνοίᾳ· ἀπαλλάγητε τοῦ σκότ[ειν]ου⟨ς, ἅψασθε τοῦ⟩ φωτός· μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν.