Ancient Greek
Section 31
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 31
Not analysed yet
Ἅγιος ὁ θεὸς καὶ πατὴρ τῶν ὅλῶν, (ὁ πρὸ) ἀρχῆ(ς ὤν)· ἅγιος ὁ θεός, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ⎡ἰδίων⎤ δυνάμεων· ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται, καὶ γινώσκεται τοῖς ἰδίοις. ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα· ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ Ἠμαύρωσεν· ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ. ἅγιος εἶ, ὁ πάσης δυναστείας ἰσχυρόγερος· ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων· ἅγιος εἶ, ὁ κρείττων ⟨πάν⟩των ἐπαίνων. δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε.