Ancient Greek
Section 32
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 32
Not analysed yet
αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ᾽ οὐσίαν ἡμῶν ἐπίνευσόν μοι· καὶ ἐνδυνάμωσόν με, ⟨ἵνα⟩ [καὶ] τῆς χάριτος ταύτης ⟨τυχὼν⟩ φωτίσω τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μου, ἀδελφοὺς ⟨ἐμούς⟩, υἱοὺς δὲ σοῦ. ⟨. . . ⟩διὸ πιστεύω καὶ μαρτυρῶ ⟨ὅτι⟩ εἰς ζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἑξουσίαν. –