Ancient Greek
Section 6
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 6
Not analysed yet
[[εἰς ἀκοὴν]] ὁ δὲ Ποιμάνδρης ⟨⟨εἰς ἀκοὴν⟩⟩ ἐμοὶ Ἐνόησας, φησί, τὴν θέαν ταύτην ὅ τι καὶ βούλεται; —⟨. . . ⟩καὶ γνώσομαι, ἔφην ἐγώ. —Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ, νοῦς, ὁ πρῶτος θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ [νοὸς] φωτ[ειν]ὸς λόγος υἱὸς θεοῦ. —Τί οὖν; φημί —Οὕτω γνῶθι, τὸ ἐν σοὶ βλέπων [καὶ ἀκούων]· ⟨ἐπεὶ καὶ ἐν σοὶ ὁ〉 λόγος [κυρίου] ⟨υἱός⟩, ὁ δὲ νοῦς πατήρ [θεός]. οὐ γὰρ διίστανται ἀπ᾽ ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. –Εὐχαριστῶ σοι, ἔφην ἐγώ. —