Ancient Greek
Section 7
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 7
Not analysed yet
Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο. —εἰπὼν τοσ[τ]αῦτα, ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσα[ντο]ς δέ, θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον. [[καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ καὶ στάσιν ἐσχηκέναι κρατούμενον.]] ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνρου λόγον.