Ancient Greek
Section 9
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 9
Not analysed yet
ὁ δὲ νοῦς ὁ πρῶτος, [[ἀρρενόθηλυς ὤν,]] ⟨ὁ⟩ ζωὴ καὶ φῶς ὑπάρχων, ⟨⟨ἀρρενόθηλυς ὤν,⟩⟩ ἀπεκύησε⟨ν⟩ [λόγῳ] ἕτερον νοῦν δημιουργόν, ὃς ΔεΎτερος [τοῦ] [[πυρὸς καὶ πνεύματος]] ὢν ἐδημιούργησε⟨ν ἐκ⟩ ⟨⟨πυρὸς καὶ πνεύματος⟩⟩ διοικήτ⟨ορ⟩άς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον· καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται.