Ancient Greek
Section 5bx
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης Section 5bx
Not analysed yet
⟨⟨καὶ ⟨γὰρ⟩ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κουφὸν δὲ ἦν καὶ ὀξύ, δραστικόν τε. ἅμα ⟨δὲ⟩ καὶ ὁ ἀήρ, ἐλαφρὸς ὤν, ἠκολούθησε τῷ πΥρί, ἀναβαίνων [τοσοῦτοΝ] μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ᾽ αὐτοῦ. ⟨⟨καὶ περι⟨ε⟩σχέθΗ τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἔσχ[ηκ]ε[ναι] κρατούμενον. ⟩⟩γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ᾽ ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ ⎡θεωρεῖσθαι⎤ [ἀπὸ] [[τοῦ ὕδατος]]· κινούμενα δὲ ἦν διὰ τὸν ⟨ἐπάνω⟩ ⟨⟨τοῦ ὕδατος⟩⟩ ἐπιφερόμενον πνευματικὸν λόγον. ⟩⟩