Ancient Greek
Section 10a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 10a
Not analysed yet
γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει. αἴσθησις μὲν γὰρ γίνεται τοῦ ⟨ὑλικοῦ⟩ ἑππικρατοῦντος, ⟨ὀργάνῳ χρωμένη τῷ σώματι,⟩ ⟨⟨διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ· ⟩⟩γνῶσις δὲ [ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ· πᾶσα γὰρ ἐπιστήμη] ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ· ὁ δὲ νοῦς τῷ σώματι ⟨ἐναντίος⟩. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα ⟨εἰσδῦσα ψυχή⟩, τά τε νοητὰ καὶ τὰ ὑλικά. ⟨⟨καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον· ⟩⟩ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι. [[καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον.]] ⟨⟨τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν,⟩⟩ ⟨. . . ⟩—