Ancient Greek
Section 9
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 9
Not analysed yet
αὕτη κακία ψυχῆς. τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶ ἀγαθὸς καὶ εὐσεβής, καὶ ἤδη θεῖος. —Τίς δέ ἐστιν οὗτος, ὦ πάτερ; —Ὁ μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων. ὁ γὰρ διαλόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον, σκιαμαχεῖ· ὁ γὰρ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] οὔτε λέγεται οὔτε ἀκούεται. [[τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν]] ⎡αἱ αἰσθήσεις εἰσὶ⎤ [[διὰ τὸ μὴ a δύνασθαι εἶναι χωρὶς αὐτοῦ]].