Ancient Greek
Section 11
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 11
Not analysed yet
ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, [κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν,] [⎡νοῦς δὲ κεφαλὴ αὕτη⎤ σφαιρικῶς κινουμένη, τοῦτο ἔστι κεφαλικῶς,] ὅσα οὖν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, ⟨ἐν ᾧ. . . ⟩ἐστὶν ἡ ψυχή, ἀθάνατα πέφυκεν, [ὥσπερ] [[ἐν ψυχῇ δὲ σώματος πεποιημένου]] [καὶ] πλείω τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα. [[πᾶν δὲ ζῷον]] ὥστε τὸ πᾶν ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκεν. ⟨⟨ἐΜψύχοΥ δὲ ⟨τοῦ⟩ σώματος πεποιημένου,⟩⟩ ⟨τὸ⟩ ⟨⟨πᾶν δῊ ζῷον. ⟩⟩