Ancient Greek
Section 12
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 12
Not analysed yet
καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός.