Ancient Greek
Section 15b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 15b
Not analysed yet
⟨. . . ⟩καὶ οὐδέποτε ἀγαθὴ ⟨μένει⟩, κακὴ δὲ [[γίνεται]] κατ᾽ ἀνάγκην γίνεται. —Πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε; υχὴν παιδὸς θέασαι, ὦ τέκνον, [ε]αὐτὴν διάλυσιν αὑτῆς μηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς ἔτι ὀλίγ⟨ου⟩ ὄν⟨τος⟩ καὶ μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴ[ν μέν] βλέπειν πανταχοῦ, μηδέπω[τε δὲ] τεθολωμένη[ν] ὑπὸ τῶν τοῦ σώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένη τῆς τοῦ κόσμου ψυχῆς. ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα, καὶ κατασπάσῃ αὐτὴν εἰς τοὺς [τοῦ σώματος] ὄγκους, ⟨⟨ἐγγεννᾷ λήθην· ⟩⟩διαλύσασα δὲ ἑαυτὴν [[ἐγγεννᾷ λήθην]] [καὶ] τοῦ καλοῦ καὶ ἀγαθοῦ, οὐ⟨κέτι τούτου⟩ μεταλαμβάνει, ⟨τ⟩ῇ δὲ λήθῃ κακῊ γίνεται.