Ancient Greek
Section 16
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 16
Not analysed yet
τὸ δὲ [αὐτὸ] ⟨ἐναντίον⟩ συμβαίνει [καὶ] τοῖς τοῦ σώματος ἐξιοῦσιν. ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ⟨τὰ⟩ ἑαυτῆϲ ⟨τοῦ πνεύματος χωρίζεται, καὶ ὁ νοῦς τῆς ψυχῆς⟩· [[συστέλλεται τὸ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα]] ὁ δὲ νοῦς καθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει, σώματος πυρίνου ⟨ἐπι⟩λαβόμενος περιπολεῖ πάντα τόπον, καταλιπὼν τὴν ψυχὴν κρίσει καὶ τῇ κατ᾽ ἀξίαν δίκῃ. —Πῶς τοῦτο λέγεις, ὦ πάτερ, ⟨ὅτι⟩ ὁ νοῦς τῆς ψυχῆς χωρίζεται [καὶ ἡ ψυχὴ τοῦ πνεύματος], [σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα]; —