Ancient Greek
Section 19a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 19a
Not analysed yet
ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής, δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη ψυχή, [[μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος]] τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη, —ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸν θεὸν καὶ μηδένα ἀνθράώπαων ἀδικῆσαι,—ὅλη νοῦς γίνεται· ⟨καὶ⟩ ⟨⟨μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος,⟩⟩ ⟨⟨ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας. ⟩⟩ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ᾽ ἑαυτῆς κολαρμένη, καὶ γήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ.