Ancient Greek
Section 18
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 18
Not analysed yet
ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι. γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος· καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δέ, ὀξύτατος ὢν πάντων τῶν [θείων] νοη[μα]τῶν, καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει σῶμα, τὸ πῦρ. δημιουργὸς γὰρ ὢν [πάντων] ὁ νοῦς ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων ⟨δημιουργός⟩, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπιγείων μόνον· γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.