Ancient Greek
Section 23
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 23
Not analysed yet
καὶ αὕτη ἡ τοῦ παντός ἐστι διοίκησις, ἠρτημένωΝ ⟨πάντων⟩ ἐκ τῆς ἑνὸς ⟨τοῦ θεοῦ⟩ φύσεως, καὶ διοικουΜέΝωΝ δι᾽ ἑνὸς τοῦ νοῦ· ⟨οὗ⟩ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον, καὶ ἐναωτικάώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· μακαρία ψυχὴ ἡ τούτου πλήρΗϹ, κακοδαίμων δὲ [ψυχὴ] ἡ τούτου κενή. —Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; —Οἴει οὖν ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει; [τὸν ἀγαθόν· περὶ γὰρ τούτου νῦν ὁ λόγος, οὐ τοῦ ὑπηρετικοῦ περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς δίκης.]