Ancient Greek
Section 24a
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 24a
Not analysed yet
[[ψυχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.]] πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς· καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ᾽ ἀλόγῳ ζῴῳ ἔοικε· ⟨⟨ψνχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται. ⟩⟩τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ᾽ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσηρτημένην καὶ ὑπ᾽ αὐτοῦ ἀγχομένην κάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐχ ἔχει· ὅθεν οὐδ᾽ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον.