Ancient Greek
Section 25
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 25
Not analysed yet
οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆΝ κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει, καὶ μετρεῖ αὐτὸν [καὶ οἶδε ποῖα μέν ἐστιν αὐτοῦ ὕψηλα, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει]· καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτῷ τῆς ἐκτάσεως. διὸ τολμητέον εἰπεῖν τὸν μὲν ⟨⟨ἐπίγειον⟩⟩ ἄνθρωπον [[ἐπίγειον]] εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον. διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ [[τοῦ]] ἑνὸς ⟨⟨τοῦ⟩⟩ ⟨θεοῦ⟩ τὰ πάντα.