Ancient Greek
Section 24b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 24b
Not analysed yet
ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον, καὶ τοῖς ἄλλοις ζῴοις οὐ συγκρίνεται τοῖϲ ἐπιγείοιϲ, ἀλλὰ τοῖς ἐν οὐρανῷ [ἄνω λεγομένοις] θεοῖς· μᾶλλον δέ, εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις.