Ancient Greek
Section 8b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 8b
Not analysed yet
κακία δὲ ψυχῆς ἀγνωσία· ψυχὴ γὰρ μηδὲν γνοῦσα τῶν ὄντων, μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δέ, ἐντινάσσε⟨τα⟩ι τοῖς σωματικοῖς πάθεσι, [[καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς,]] ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα, καὶ οὐκ ἄρχουσα, ἀλλ᾽ ἀρχομένη.