Ancient Greek
Section 11
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 11
Not analysed yet
καὶ ὅτι μὲν ἔστι τις ὁ ποιῶν ταῦτα, δῆλον. ὅτι δὲ καὶ εἷς, φανερώτατον· καὶ γὰρ μία ψυχή, καὶ μία ζωή, καὶ μία ὕλη. τίς δὲ οὗτος; τίς δὲ ἂν ἄλλος ⟨εἴη⟩, εἰ μὴ εἷς ὁ θεός; τίνι γὰρ ἂν ἄλλῳ πρέποι [ζῷα] ἔμψυχα ποιεῖν, εἰ μὴ μόνῳ τῷ θεῷ; [εἷς οὖν θεός. γελοιότατον.] καὶ τὸν μὲν κόσμον ὡμολόγησας ἕνα εἶναι, καὶ τὸν ἥλιον ἕνα, καὶ τὴν σελήνην μίαν, καὶ [θειότητα] ⟨τὴν γῆν⟩ μίαν· αὐτὸν δὲ τὸν θεὸν πόστον εἶναι θέλεις; [πάντα οὖν αὐτὸς ποιεῖ.] εἰ πολλοί, γελοιότατον.